Σελίδες

2 Οκτωβρίου 2017

«ΜΗ ΣΕ ΑΝΑΣΤΑΤΩΝΕΙ ΤΙΠΟΤΑ ΑΠ᾽ΟΣΑ ΣΕ ΒΡΙΣΚΟΥΝ»

Ἁγ. Ἰωάννου Χρυσοστόμου
Ἐπιστολὴ ρβ´ Θεοδότῳ ἀναγνώστῃ.           

Τί φής; Πλείονά σοι τῶν προσδοκηθέντων τὰ κύματα ἐναπέστη νῦν, καὶ διὰ τοῦτο ἀλγεῖς; Διὰ τοῦτο μὲν οὖν αὐτὸ χαίρειν χρὴ καὶ σκιρτᾷν. Ἐπεὶ καί ὁ μακάριος Παῦλος οὕτως ἐποίει, νῦν μὲν λέγων· «Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν»· νῦν δέ, ὅτι «Χαίρω ἐν τοῖς παθήμασί μου». Ὅσῳ γὰρ ἂν μείζων καὶ τραχύτερος ὁ χειμὼν γένηται, τοσούτῳ πλείων ἡ ἐμπορία, λαμπρότεροι τῆς ὑπομονῆς οἱ στέφανοι, πολλὰ τὰ βραβεῖα.
Ἐπεὶ καὶ αὐτός σου μὲν ἕνεκεν θαῤῥῶ· οἶδα γάρ σου τὸ ἀπερίτρεπτον, καὶ ἀκλινές, καὶ στεῤῥόν· τῶν δὲ ἐπιβουλευόντων ἕνεκεν ἀλγῶ καὶ δακρύω, ὅτι οὓς χρὴ ἐν τάξει εἶναι τῶν θεραπευόντων, τὰ τῶν ἐχθρῶν ἐπιδείκνυνται. Ἕν με λυπεῖ μόνον, τὸ τῆς τῶν ὀφθαλμῶν σου ἀσθενείας, ὧν καὶ σφόδρα ἀξιῶ πολύν σε ποιεῖσθαι λόγον, ἰατροῖς τε διαλεγόμενον, καὶ τὰ παρὰ σαὐτοῦ συνεισφέροντα. Ὡς τῶν γε θλίψεων τῶν ἐπαγομένων σοι (ὅπερ καὶ ἔμπροσθεν εἶπον), αὐτόν τε χαίρειν ἀξιῶ, καὶ ἐγὼ δὲ σοι συνήδομαι. Οἶδα γὰρ ὅσος ἐκ τούτου τίκτεταί σοι τῆς ὑπομονῆς ὁ καρπός. Μηδὲν οὖν σε θορυβείτω μηδὲ ταραττέτω τῶν παρεμπιπτόντων. Ἓν γάρ ἐστι χαλεπόν· ἁμαρτία μόνον. Ὡς τά γε ἄλλα πάντα ἀγρυπνοῦντί σοι καὶ νήφοντι καὶ κερδῶν ὑπόθεσις ἔσται μεγίστη, καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθά, τὰ ἐν τοῖς οὐρανοῖς, μετὰ πολλῆς οἴσει σοι τῆς δαψιλείας. Τοιαύτην τοίνυν καθ’ ἑκάστην ἡμέραν πραγματευόμενος πραγματείαν, χαῖρε καὶ εὐφραίνου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου