Σελίδες

24 Αυγούστου 2024

Κυριακή 25 Αὐγούστου - Θ΄ Ματθαίου (Αποστολος και Ευαγγελιο Κυριακης)

 

ΑΠΟΣΤΟΛΟΣ (Α΄ Κορ. γ΄ 9-17)

Αδελφοί, Θεοῦ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.

Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

Μετάφραση

Αδερφοί, ἐμεῖς εἴμαστε συνεργάτες στήν ὑπηρεσία τοῦ Θεοῦ κι ἐσεῖς τό χωράφι τοῦ Θεοῦ, τό οἰκοδόμημα τοῦ Θεοῦ. Σύμφωνα μέ τό εἰδικό χάρισμα πού μοῦ ἔδωσε ὁ Θεός, ὡς ἔμπειρος ἀρχιμάστορας, ἔβαλα ἐγώ τό θεμέλιο. Ἄλλος τώρα χτίζει πάνω σ΄ αὐτό. Ὁ καθένας ὅμως ἄς προσέχει πώς χτίζει. Γιατί κανένας δέν μπορεῖ νά βάλει ἄλλο θεμέλιο ἐκτός ἀπό αὐτό πού ὑπάρχει καί πού εἶναι ὁ Ἰησοῦς Χριστός. Τώρα, ἄν κάποιοι χτίζουν πάνω σ΄ αὐτό τό θεμέλιο μέ χρυσάφι ἤ ἀσήμι ἤ πολύτιμα πετράδια, μέ ξυλεία, χορτάρι ἤ ἄχυρο, ἡ δουλειά τοῦ καθενός θά φανεῖ· θά τή φέρει στό φῶς ἡ ἡμέρα τῆς κρίσεως. Γιατί ἡ ἡμέρα αὐτή θά φανερωθεῖ μέ τρόπο πύρινο, καί ἡ ποιότητα τοῦ ἔργου καθενός θά δοκιμαστεῖ ἀπό τή φωτιά. Ἄν τό ἔργο πού ἔχτισε κάποιος ἀντέξει, αὐτός θά λάβει μισθό· ἄν ὅμως τό ἔργο τοῦ καταστραφεῖ ἀπό τή φωτιά, αὐτός θά χάσει τήν ἀμοιβή του· ὁ ἴδιος ὅμως θά σωθεῖ, ὅπως ἕνας πού περνάει μέσα ἀπό τίς φλόγες. Δέν ξέρετε πῶς εἶστε ναός τοῦ Θεοῦ κι ὅτι τό Πνεῦμα τοῦ κατοικεῖ ἀνάμεσά σας; Ἄν κάποιος, λοιπόν, μέ τίς διαιρέσεις καταστρέφει τό ναό τοῦ Θεοῦ, αὐτόν θά τόν ἀφανίσει ὁ Θεός. Γιατί ὁ ναός τοῦ Θεοῦ εἶναι ἅγιος, κι ὁ ναός αὐτός εἶστε ἐσεῖς.

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. ιδ΄ 22-34)

Τῷ καιρῷ ἐκείνῳ, ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα· Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε! εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

Μετάφραση

Εκεῖνο τον καιρό, ὁ Ἰησοῦς ὑποχρέωσε τούς μαθητές του νά μποῦν στό καΐκι καί νά πᾶνε νά τόν περιμένουν στήν ἀπέναντι ὄχθη, ὡσότου αὐτός διαλύσει τά πλήθη. Ἀφοῦ τούς διέλυσε, ἀνέβηκε μόνος του στό βουνό νά προσευχηθεῖ. Ὅταν βράδιασε ἦταν μόνος του ἐκεῖ. Στό μεταξύ τό καΐκι βρισκόταν κιόλας στή μέση τῆς λίμνης καί τό παίδευαν τά κύματα, γιατί ἦταν ἀντίθετος ὁ ἄνεμος. Κατά τά ξημερώματα, ἦλθε ὁ Ἰησοῦς κοντά τους περπατώντας πάνω στή λίμνη. Οἱ μαθητές, ὅταν τόν εἶδαν νά περπατάει πάνω στή λίμνη, τρόμαξαν· ἔλεγαν πώς εἶναι φάντασμα κι ἔβαλαν τίς φωνές ἀπό τό φόβο τους. Ἀμέσως ὅμως ὁ Ἰησοῦς τούς μίλησε καί τούς εἶπε: «Θάρρος! Ἐγώ εἶμαι· μή φοβάστε.» Ὁ Πέτρος τοῦ ἀποκρίθηκε: «Κύριε, ἄν εἶσαι ἐσύ, δῶσε μου ἐντολή νά ἔρθω κοντά σου περπατώντας στά νερά». Κι ἐκεῖνος τοῦ εἶπε: «Ἔλα». Κατέβηκε τότε ἀπό τό πλοῖο ὁ Πέτρος κι ἄρχισε νά περπατάει πάνω στά νερά γιά νά πάει στόν Ἰησοῦ. Βλέποντας ὅμως τόν ἰσχυρό ἄνεμο φοβήθηκε, κι ἄρχισε νά καταποντίζεται· ἔβαλε τότε τίς φωνές: «Κύριε, σῶσε μέ!» Ἀμέσως ὁ Ἰησοῦς ἅπλωσε τό χέρι, τόν ἔπιασε καί τοῦ λέει: «Ὀλιγόπιστε, γιατί σέ κυρίεψε ἡ ἀμφιβολία;» Καί μόλις ἀνέβηκαν στό καΐκι κόπασε ὁ ἄνεμος. Τότε ὅσοι ἦταν στό καΐκι ἦρθαν καί τόν προσκύνησαν λέγοντας: «Ἀληθινά, εἶσαι ὁ Υἱός τοῦ Θεοῦ!» Ἀφοῦ διασχίσανε τή λίμνη, ἦρθαν στήν περιοχή τῆς Γεννησαρέτ.

Το  είδαμε ΕΔΩ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου