Σελίδες

2 Νοεμβρίου 2024

Ο ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Κυριακή 05 Νοεμβρίου - Ε΄ Λουκά

 

ΑΠΟΣΤΟΛΟΣ (Β΄ Κορ. ια΄ 31- ιβ΄ 9)

Αδελφοί, ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι·

ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ· καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἣδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.

Μετάφραση

Αδελφοί, ὁ Θεός καί Πατέρας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ - ἄς εἶναι εὐλογημένο τό ὄνομά του στούς αἰῶνες - ξέρει ὅτι δέ λέω ψέματα. Στή Δαμασκό, ὁ διοικητής-ἐκπρόσωπος τοῦ βασιλιᾶ Ἀρέτα ἔβαλε φρουρούς σέ ὅλη τήν πόλη γιά νά μέ συλλάβει. Μέσα ὅμως ἀπό ἕνα ἄνοιγμα τοῦ τείχους μέ κατέβασαν μέ καλάθι καί ξέφυγα ἀπό τά χέρια του. Δέ μέ συμφέρει βέβαια νά καυχηθῶ· θά τό κάνω ὅμως γιατί πρόκειται γιά ὁράματα κι ἀποκαλύψεις πού μοῦ χάρισε ὁ Κύριος. Ξέρω ἕναν ἄνθρωπο πιστό, ὁ ὁποῖος πρίν ἀπό δεκατέσσερα χρόνια ἀνυψώθηκε μέχρι καί τόν τρίτο οὐρανό - δέν ξέρω ἄν ἦταν μέ τό σῶμα του ἤ χωρίς τό σῶμα, αὐτό ὁ Θεός τό ξέρει. Ξέρω ὅτι αὐτός ὁ ἄνθρωπος - ἤ ἦταν μέ τό σῶμα ἤ χωρίς τό σῶμα δέν τό ξέρω, ὁ Θεός τό ξέρει - μεταφέρθηκε ξαφνικά στόν παράδεισο καί ἄκουσε λόγια πού δέν μπορεῖ οὔτε ἐπιτρέπεται νά τά πεῖ ἄνθρωπος. Γι΄ αὐτό τόν ἄνθρωπο θά καυχηθῶ· γιά τόν ἑαυτό μου ὅμως δέ θά καυχηθῶ, παρά μόνο γιά τίς ταλαιπωρίες μου. Ἅμα θελήσω, λοιπόν, νά καυχηθῶ, δέ θά φανῶ ἀνόητος, γιατί θά πῶ τήν ἀλήθεια. Τό ἀποφεύγω ὅμως, μήπως ἐξαιτίας τοῦ μεγαλείου τῶν ἀποκαλύψεων, μέ θεωρήσει κανείς παραπάνω ἀπ΄ αὐτό πού βλέπει ἤ ἀκούει ἀπό μένα. Γιά νά μήν περηφανεύομαι ὅμως, ὁ Θεός μοῦ ἔδωσε ἕνα ἀγκάθι στό σῶμα μου, ἕναν ὑπηρέτη τοῦ σατανᾶ νά μέ ταλαιπωρεῖ, ὥστε νά μήν περηφανεύομαι. Γι΄ αὐτό τό ἀγκάθι τρεῖς φορές παρακάλεσα τόν Κύριο νά τό διώξει ἀπό πάνω μου. Ἡ ἀπάντησή του ἦταν: «Σού ἀρκεῖ ἡ χάρη μου, γιατί ἡ δύναμή μου φανερώνεται στήν πληρότητά της μέσα σ΄ αὐτή τήν ἀδυναμία σου». Μέ περισσότερη εὐχαρίστηση, λοιπόν, θά καυχηθῶ, γιά τίς ταλαιπωρίες μου, γιά νά κατοικήσει μέσα μου ἡ δύναμη τοῦ Χριστοῦ.

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ιστ΄ 19-31)

Εἶπεν ὁ Κύριος· Ἄνθρωπος τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τόν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει αὐτῷ Ἀβραάμ· Ἒχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ' ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.

Μετάφραση

Εἶπεν ὁ Κύριος: «Κάποιος ἄνθρωπος ἦταν πλούσιος, φοροῦσε πολυτελῆ ροῦχα καί τό τραπέζι του κάθε μέρα ἦταν λαμπρό. Κάποιος φτωχός ὅμως, πού τόν ἔλεγαν Λάζαρο, ἦταν πεσμένος κοντά στήν πόρτα τοῦ σπιτιοῦ τοῦ πλουσίου, γεμάτος πληγές. Αὐτός προσπαθοῦσε νά χορτάσει ἀπό τά ψίχουλα πού ἔπεφταν ἀπό τό τραπέζι τοῦ πλουσίου. Ἔρχονταν καί τά σκυλιά καί τοῦ ἔγλυφαν τίς πληγές. Πέθανε ὁ φτωχός, καί οἱ ἄγγελοι τόν πῆραν κοντά στόν Ἀβραάμ. Πέθανε κι ὁ πλούσιος καί τόν ἒθαψαν. Στόν ἅδη πού ἦταν καί βασανιζόταν σήκωσε τά μάτια του καί εἶδε ἀπό μακριά τόν Ἀβραάμ καί κοντά του τόν Λάζαρο. Τότε φώναξε ὁ πλούσιος καί εἶπε: “Πατέρα μου Ἀβραάμ, σπλαχνίσου μέ καί στεῖλε τό Λάζαρο νά βρέξει μέ νερό τήν ἄκρη τοῦ δάχτυλού μου καί νά μοῦ δροσίσει τή γλώσσα, γιατί ὑποφέρω μέσα σ΄ αὐτή τή φωτιά”. Ὁ Ἀβραάμ ὃμως τοῦ ἀπάντησε: “Παιδί μου, θυμήσου ὅτι ἐσύ ἀπόλαυσες τήν εὐτυχία στή ζωή σου, ὅπως κι ὁ Λάζαρος τή δυστυχία. Τώρα λοιπόν αὐτός χαίρεται ἐδῶ, κι ἐσύ ὑποφέρεις. Κι ἐκτός ἀπ΄ ὅλα αὐτά, ὑπάρχει ἀνάμεσά μας μεγάλο χάσμα, ὥστε αὐτοί πού θέλουν νά διαβοῦν ἀπό ἐδῶ σ΄ ἐσᾶς νά μήν μποροῦν, οὔτε οἱ ἀπό ἐκεῖ νά περάσουν σ΄ ἐμᾶς”. Εἶπε πάλι ὁ πλούσιος: “Τότε σέ παρακαλῶ, πατέρα, στεῖλε τόν στό σπίτι τοῦ πατέρα μου, νά προειδοποιήσει τούς πέντε ἀδερφούς μου, ὥστε νά μήν ἔρθουν κι αὐτοί σ΄ αὐτό τόν τόπο τῶν βασάνων”. Ὁ Ἀβραάμ τοῦ λέει: “Ἒχουν τά λόγια τοῦ Μωυσῆ καί τῶν προφητῶν· ἄς ὑπακούσουν σ΄ αὐτά”. “Ὂχι, πατέρα μου Ἀβραάμ”, τοῦ λέει ἐκεῖνος, “δέν ἀρκεῖ· ἀλλά ἄν κάποιος ἀπό τούς νεκρούς πάει σ΄ αὐτούς, θά μετανοήσουν”. Τοῦ λέει τότε ὁ Ἀβραάμ: «Ἂν δέν ὑπακοῦνε στά λόγια τοῦ Μωυσῆ καί τῶν προφητῶν, ἀκόμη κι ἄν ἀναστηθεῖ κάποιος ἀπό τούς νεκρούς, δέν πρόκειται νά πειστοῦν”».

το είδαμε ΕΔΩ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου