Σελίδες

23 Δεκεμβρίου 2023

Κυριακή 24 Δεκεμβρίου – Προ Της Χριστού Γεννήσεως

 

ΑΠΟΣΤΟΛΟΣ (Ἑβρ. ια΄ 9-10, 32-40)

Aδελφοί, πίστει παρῴκησεν Ἀβραάμ εἰς τήν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καί Σαμψών καί Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν

προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Μετάφραση

Aδελφοί, ὁ Ἀβραάμ μέ τήν πίστη ἐγκαταστάθηκε στή γῆ πού τοῦ εἶχε ὑποσχεθεῖ ὁ Θεός, ξένος σέ ἄγνωστη χώρα, ζώντας σέ σκηνές μέ τόν Ἰσαάκ καί τόν Ἰακώβ, πού κι αὐτοί ἦταν κληρονόμοι τῆς ἴδιας ὑποσχέσεως. Κι αὐτό, γιατί περίμενε τήν πόλη πού θά εἶχε στέρεα θεμέλια καί πού ἀρχιτέκτονας καί δημιουργός της θά ἦταν ὁ Θεός. Χρειάζεται νά συνεχίσω; Δέ θά μέ πάρει ὁ χρόνος νά διηγηθῶ γιά τό Γεδεῶν, τό Βαράκ, τό Σαμψῶν, τόν Ἰεφθάε, τό Δαβίδ, τό Σαμουήλ καί τούς προφῆτες. Μέ τήν πίστη κατατρόπωσαν βασίλεια, ἐπέβαλαν τό δίκαιο, πέτυχαν τήν πραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων· ἔσβησαν τή δύναμη τῆς φωτιᾶς, διέφυγαν τή σφαγή, ἔγιναν ἀπό ἀδύνατοι ἰσχυροί, ἀναδείχτηκαν ἥρωες στόν πόλεμο, ἔτρεψαν σέ φυγή ἐχθρικά στρατεύματα· γυναῖκες ξαναπῆραν πίσω στή ζωή τούς ἀνθρώπους τους, κι ἄλλοι βασανίστηκαν ὡς τό θάνατο, χωρίς νά δεχτοῦν τήν ἀπελευθέρωσή τους, γιατί πίστευαν ὅτι μποροῦσαν ν΄ ἀναστηθοῦν σέ μία καλύτερη ζωή. Ἄλλοι δοκίμασαν ἐξευτελισμούς καί μαστιγώσεις, ἀκόμη καί δεσμά καί φυλακίσεις. Λιθοβολήθηκαν, πριονίστηκαν, πέρασαν δοκιμασίες, θανατώθηκαν μέ μαχαίρι, περιπλανήθηκαν ντυμένοι μέ προβιές καί κατσικίσια δέρματα, ἔζησαν σέ στερήσεις, ὑπέφεραν καταπιέσεις, θλίψεις καί κακουχίες - ὁ κόσμος δέν ἦταν ἄξιος να΄ χεῖ τέτοιους ἀνθρώπους - πλανήθηκαν σέ ἐρημιές καί βουνά, σέ σπηλιές καί σέ τρύπες τῆς γῆς. Ὅλοι οἱ παραπάνω, παρά τήν καλή μαρτυρία τῆς πίστης τους, δέν πῆραν ὅτι τούς ὑποσχέθηκε ὁ Θεός. Αὐτός εἶχε προβλέψει κάτι καλύτερο γιά μας, ἔτσι ὥστε νά μή φτάσουν ἐκεῖνοι στήν τελειότητα χωρίς ἐμᾶς.

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. α΄ 1-25)

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», ὅ ἐστιν μεθερμηνευόμενον «μεθ' ἡμῶν ὁ Θεός». Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Μετάφραση

Γενεαλογικός κατάλογος τοῦ Ἰησοῦ Χριστοῦ πού προερχόταν ἀπό τόν Δαβίδ, ὁ ὁποῖος ἦταν ἀπόγονος τοῦ Ἀβραάμ. Ὁ Ἀβραάμ ἐγέννησε τόν Ἰσαάκ, ὁ Ἰσαάκ ἐγέννησε τόν Ἰακώβ, ὁ Ἰακώβ ἐγέννησε τόν Ἰούδα καί τούς ἀδερφούς του. Ὁ Ἰούδας ἐγέννησε τόν Φαρές καί τόν Ζαρά μέ τή Θάμαρ. Ὁ Φαρές ἐγέννησε τόν Ἐσρώμ καί ὁ Ἐσρώμ τόν Ἀράμ. Ὁ Ἀράμ ἐγέννησε τόν Ἀμιναδάβ, ὁ Ἀμιναδάβ τόν Ναασών καί ὁ Ναασῶν τόν Σαλμών. Ὁ Σαλμών ἐγέννησε τόν Βοόζ μέ τή Ραχάβ, ὁ Βοόζ ἐγέννησε τόν Ὠβήδ μέ τή Ρουθ· ὁ Ὠβήδ ἐγέννησε τόν Ἰεσσαί κι ὁ Ἰεσσαί γέννησε τόν Δαβίδ τό βασιλιά. Ὁ βασιλιάς Δαβίδ ἐγέννησε τόν Σολομώντα μέ τή γυναίκα τοῦ Οὐρία· ὁ Σολομών ἐγέννησε τόν Ροβοάμ, ὁ Ροβοάμ τόν Ἀβιά, ὁ Ἀβιά τόν Ἀσά· ὁ Ἀσά ἐγέννησε τόν Ἰωσαφάτ, ὁ Ἰωσαφάτ τόν Ἰωράμ, ὁ Ἰωράμ τόν Ὀζία· ὁ Ὀζίας ἐγέννησε τόν Ἰωάθαν, ὁ Ἰωάθαμ τόν Ἄχαζ, ὁ Ἄχαζ τόν Ἐζεκία· ὁ Ἐζεκίας ἐγέννησε τόν Μανασσή, ὁ Μανασσής τόν Ἀμών, ὁ Ἀμών τόν Ἰωσία· ὁ Ἰωσίας ἐγέννησε τόν Ἰεχονία καί τούς ἀδερφούς του τήν ἐποχή τῆς αἰχμαλωσίας στή Βαβυλώνα. Μετά τήν αἰχμαλωσία στή Βαβυλώνα, ὁ Ἰεχονίας ἐγέννησε τόν Σαλαθιήλ καί ὁ Σαλαθιήλ τό Ζοροβάβελ· ὁ Ζοροβάβελ ἐγέννησε τόν Ἀβιούδ, ὁ Ἀβιούδ τόν Ἐλιακίμ, ὁ Ἐλιακίμ τόν Ἀζώρ· ὁ Ἀζώρ ἐγέννησε τόν Σαδώκ, ὁ Σαδώκ τόν Ἀχίμ καί ὁ Ἀχίμ τόν Ἐλιούδ· ὁ Ἐλιούδ ἐγέννησε τόν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ τόν Ματθάν, ὁ Ματθάν τόν Ἰακώβ, καί ὁ Ἰακώβ ἐγέννησε τόν Ἰωσήφ τόν ἄντρα τῆς Μαρίας. Ἀπό τή Μαρία γεννήθηκε ὁ Ἰησοῦς, ὁ λεγόμενος Χριστός. Ἀπό τόν Ἀβραάμ ὡς τόν Δαβίδ μεσολαβοῦν δεκατέσσερις γενιές· τό ἴδιο κι ἀπό τόν Δαβίδ ὡς τήν αἰχμαλωσία στή Βαβυλώνα, καθώς κι ἀπό τήν αἰχμαλωσία στή Βαβυλώνα ὡς τό Χριστό. Ἡ γέννηση τοῦ Ἰησοῦ Χριστοῦ ἔγινε ὡς ἑξῆς: Ἡ μητέρα του, ἡ Μαρία, ἀρραβωνιάστηκε μέ τόν Ἰωσήφ. Προτοῦ ὅμως συνευρεθοῦν, ἔμεινε ἔγκυος μέ τή δύναμη τοῦ Ἁγίου Πνεύματος. Ὁ μνηστήρας της ὁ Ἰωσήφ, ἐπειδή ἦταν εὐσεβής καί δέν ἤθελε νά τή διαπομπεύσει, ἀποφάσισε νά διαλύσει τόν ἀρραβώνα, χωρίς τήν ἐπίσημη διαδικασία. Ὅταν ὅμως κατέληξε σ΄ αὐτή τή σκέψη, τοῦ ἐμφανίστηκε στόν ὕπνο του ἕνας ἄγγελος σταλμένος ἀπό τό Θεό καί τοῦ εἶπε: «Ἰωσήφ, ἀπόγονε τοῦ Δαβίδ, μή διστάσεις νά πάρεις στό σπίτι σου τή Μαριάμ, τή γυναίκα σου, γιατί τό παιδί πού περιμένει προέρχεται ἀπό τό Ἅγιο Πνεῦμα. Θά γεννήσει γιό, καί θά τοῦ δώσεις τό ὄνομα Ἰησοῦς, γιατί αὐτός θά σώσει τό λαό του ἀπό τίς ἁμαρτίες τους». Μέ ὅλα αὐτά πού ἔγιναν, ἐκπληρώθηκε ὁ λόγος τοῦ Κυρίου, πού εἶχε πεῖ ὁ προφήτης: Νά, ἡ παρθένος θά μείνει ἔγκυος καί θά γεννήσει γιό, καί θά τοῦ δώσουν τό ὄνομα Ἐμμανουήλ, πού σημαίνει, ὁ Θεός εἶναι μαζί μας. Ὅταν ξύπνησε ὁ Ἰωσήφ, ἔκανε ὅπως τόν πρόσταξε ὁ ἄγγελος τοῦ Κυρίου καί πῆρε στό σπίτι του τή Μαρία τή γυναίκα του. Καί δέν εἶχε συζυγικές σχέσεις μαζί της· ὡσότου γέννησε τό γιό της τόν πρωτότοκο καί τοῦ ἔδωσε τό ὄνομα Ἰησοῦς.

το είδαμε ΕΔΩ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου