ΑΠΟΣΤΟΛΟΣ (Γαλ. α΄ 11-19)
Αδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· Ἓτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
Μετάφραση
Αδελφοί, πρέπει νά ξέρετε πώς τό εὐαγγέλιο πού σᾶς κήρυξα ἐγώ δέν προέρχεται ἀπό ἄνθρωπο. Γιατί κι ἐγώ οὔτε τό παρέλαβα οὔτε τό διδάχτηκα ἀπό ἄνθρωπο, ἀλλά μου τό ἀποκάλυψε ὁ Ἰησοῦς Χριστός. Ἀσφαλῶς ἔχετε ἀκούσει γιά τή διαγωγή μου ὅσον καιρό ἀνῆκα στήν ἰουδαϊκή θρησκεία, ὅτι καταδίωκα μέ πάθος τήν ἐκκλησία τοῦ Θεοῦ καί προσπαθοῦσα νά τήν ἐξαφανίσω. Καί πρόκοβα στόν ἰουδαϊσμό πιό πολύ ἀπό πολλούς συνομήλικους συμπατριῶτες μου, γιατί εἶχα μεγαλύτερο ζῆλο γιά τίς προγονικές μου παραδόσεις. Ὁ Θεός ὅμως μέ εἶχε ξεχωρίσει ἀπό τήν κοιλιά τῆς μάνας μου καί ἡ χάρη του μέ εἶχε καλέσει νά τόν ὑπηρετήσω. Ὅταν, λοιπόν, εὐδόκησε νά μοῦ ἀποκαλύψει τόν Υἱό του γιά νά φέρω στούς ἐθνικούς τό χαρμόσυνο μήνυμα γι΄ αὐτόν, δέ στηρίχθηκα σ΄ ἀνθρώπινες δυνάμεις· οὔτε ἀνέβηκα στά Ἱεροσόλυμα νά δῶ ἐκείνους πού ἦταν ἀπόστολοι πρίν ἀπό μένα, ἀλλά ἔφυγα στήν Ἀραβία, καί ὕστερα ξαναγύρισα στή Δαμα-σκό. Ἔπειτα, μετά ἀπό τρία χρόνια, ἀνέβηκα στά Ἱεροσόλυμα νά γνωρίσω ἀπό κοντά τόν Πέτρο, κι ἔμεινα κοντά του δεκαπέντε μέρες. Ἄλλον ἀπόστολο δέν εἶδα, παρά τόν Ἰάκωβο, τόν ἀδερφό τοῦ Κυρίου.
ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ι΄ 25-37)
Tῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ ἐκπειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. Ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστί μου πλησίον; Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχὼ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευῒτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ' αὐτὸν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
Μετάφραση
Εκεῖνο τόν καιρό, κάποιος νομοδιδάσκαλος πλησίασε τόν Ἰησοῦ, καί γιά νά τόν φέρει σέ δύσκολη θέση τοῦ εἶπε: «Διδάσκαλε, τί πρέπει νά κάνω γιά νά κερδίσω τήν αἰώνια ζωή;» Ὁ Ἰησοῦς τόν ρώτησε: «Ὁ νόμος τί γράφει;» Ἐκεῖνος ἀπάντησε: «Νά ἀγαπᾶς τόν Κύριο τό Θεό σου μ΄ ὅλη τήν καρδιά σου καί μ΄ ὅλη την ψυχή σου, μ΄ ὅλη τή δύναμή σου καί μ΄ ὅλο τό νοῦ σου· καί τόν πλησίον σου ὅπως τόν ἑαυτό σου». «Πολύ σωστά ἀπάντησες», τοῦ εἶπε ὁ Ἰησοῦς· «αὐτό κάνε καί θά ζήσεις». Ἐκεῖνος ὅμως, θέλοντας νά δικαιολογήσει τόν ἑαυτό του, εἶπε στόν Ἰησοῦ: «Καί ποιός εἶναι ὁ πλησίον μου;» Πῆρε τότε ἀφορμή ὁ Ἰησοῦς καί εἶπε: «Κάποιος ἄνθρωπος, κατεβαίνοντας ἀπό τά Ἱεροσόλυμα γιά τήν Ἱεριχῶ, ἔπεσε πάνω σέ ληστές. Αὐτοί τόν ξεγύμνωσαν, τόν τραυμάτισαν καί ἔφυγαν παρατώντας τόν μισοπεθαμένο. Ἀπό ἐκεῖνο τό δρόμο ἔτυχε νά κατεβαίνει καί κάποιος ἱερέας, ὁ ὁποῖος τόν εἶδε, ἀλλά τόν προσπέρασε χωρίς νά τοῦ δώσει σημασία. Τό ἴδιο καί κάποιος λευίτης, πού περνοῦσε ἀπό ἐκεῖνο τό μέρος· παρ΄ ὅλο πού τόν εἶδε κι αὐτός, τόν προσπέρασε χωρίς νά τοῦ δώσει σημασία. Κάποιος ὅμως Σαμαρείτης πού ταξίδευε, ἦρθε πρός τό μέρος του, τόν εἶδε καί τόν σπλαχνίστηκε. Πῆγε κοντά του, ἄλειψε τίς πληγές του μέ λάδι καί κρασί καί τίς ἔδεσε καλά. Μάλιστα τόν ἀνέβασε στό δικό του τό ζῶο, τόν ὁδήγησε στό πανδοχεῖο καί φρόντισε γι΄ αὐτόν. Τήν ἄλλη μέρα φεύγοντας ἔβγαλε κι ἔδωσε στόν πανδοχέα δύο δηνάρια καί τοῦ εἶπε: φρόντισέ τον, κι ὅτι παραπάνω ξοδέψεις, ἐγώ ὅταν ξαναπεράσω θά σέ πληρώσω. Ποιός λοιπόν ἀπ΄ αὐτούς τούς τρεῖς κατά τή γνώμη σου ἀποδείχτηκε πλησίον ἐκείνου ποῦ ἔπεσε στούς ληστές;» Ὁ νομοδιδάσκαλος ἀπάντησε: «Ἐκεῖνος πού τόν σπλαχνίστηκε». Τότε ὁ Ἰησοῦς τοῦ εἶπε: «Πήγαινε, καί νά κάνεις κι ἐσύ τό ἴδιο».
το είδαμε ΕΔΩ