Το Αποστολικό Ανάγνωσμα
Προς Κορινθίους Α΄ (δ΄ 9–16)
Ἀδελφοί, δοκῶ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ
κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.
Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, μοῦ φαίνεται ὅτι ὁ Θεὸς ἄφησε ἐμᾶς τοὺς ἀποστόλους νὰ ἐμφανισθοῦμε τελευταῖοι, σὰν καταδικασμένοι εἰς θάνατον, διότι ἐγίναμε θέαμα εἰς τὸν κόσμον, εἰς τοὺς ἀγγέλους καὶ εἰς τοὺς ἀνθρώπους. Ἐμεῖς θεωρούμεθα μωροὶ χάριν τοῦ Χριστοῦ, σεῖς φρόνιμοι ἐν Χριστῷ· ἐμεῖς ἀδύνατοι, σεῖς δυνατοί· σεῖς ἔνδοξοι, ἐμεῖς ἄσημοι. Ἕως αὐτὴν τὴν στιγμὴν καὶ πεινᾶμε καὶ διψᾶμε, εἴμεθα κακοντυμένοι, δεχόμεθα ραπίσματα, διάγομεν βίον πλανόδιον, κοπιάζομεν ἐργαζόμενοι μὲ τὰ ἴδια μας τὰ χέρια. Ὅταν μᾶς βρίζουν, εὐλογοῦμεν, ὅταν μᾶς διώκουν, δείχνομεν ἀνοχήν· ὅταν μᾶς συκοφαντοῦν, μιλᾶμε εὐγενικά. Ἐγίναμε σὰν σκουπίδια τοῦ κόσμου· κάθαρμα ὅλων ἕως τὴν στιγμὴν αὐτήν.
Δὲν γράφω αὐτὰ διὰ νὰ σᾶς ντροπιάσω, ἀλλὰ διὰ νὰ σᾶς συμβουλεύσω σὰν παιδιά μου ἀγαπητά.
Διότι ἂν καὶ μπορῇ νὰ ἔχετε χιλιάδες παιδαγωγοὺς ἐν Χριστῷ, δὲν ἔχετε πολλοὺς πατέρας, διότι ἐγὼ σᾶς ἐγέννησα ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου. Σᾶς παρακαλῶ λοιπὸν νὰ γίνεσθε μιμηταί μου.
ΕΥΑΓΓΕΛΙΟΝ Κατά Λουκάν (ι΄ 25-37)
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ιησοῦ ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.
Ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν ᾿Ιησοῦν· καὶ τίς ἐστί μου πλησίον;
Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸἹερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα.
Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.
Ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε.
Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅτι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
Ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, προσῆλθε στόν Ιησοῦ ένας νομικὸς καὶ μὲ σκοπὸ νὰ τὸν πειράξῃ τοῦ εἶπε, «Διδάσκαλε, τί νὰ κάνω διὰ νὰ κληρονομήσω ζωὴν αἰώνιον;».
Αὐτὸς δὲ τοῦ εἶπε, «Εἰς τὸν νόμον τί εἶναι γραμμένον; Τί διαβάζεις;».
Ἐκεῖνος ἀπεκρίθη, «Νὰ ἀγαπήσῃς Κύριον τὸν Θεόν σου μὲ ὅλην τὴν καρδιά σου καὶ μὲ ὅλην τὴν ψυχήν σου καὶ μὲ ὅλην τὴν δύναμίν σου καὶ μὲ ὅλην τὴν διάνοιάν σου καὶ τὸν πλησίον σου ὅπως τὸν ἑαυτόν σου».
«Ὀρθὰ ἀποκρίθηκες», εἶπε ὁ Ἰησοῦς, «κάνε αὐτὸ καὶ θὰ ζήσῃς».
Ἐκεῖνος ὅμως ἤθελε νὰ δικαιώσῃ τὸν ἑαυτόν του καὶ εἶπε εἰς τὸν Ἰησοῦν, «Καὶ ποιὸς εἶναι ὁ πλησίον μου;».
Ὁ Ἰησοῦς ἀπήντησε, «Κάποιος κατέβαινε ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Ἱεριχὼ καὶ ἔπεσε σὲ ληστὰς, οἱ ὁποῖοι ἀφοῦ τὸν ἔγδυσαν καὶ τὸν ἐτραυμάτισαν, ἔφυγαν καὶ τὸν ἄφησαν μισοπεθαμένον.
Κατὰ σύμπτωσιν ἕνας ἱερεὺς κατέβαινε εἰς τὸν δρόμον ἐκεῖνον ἀλλ’ ὅταν τὸν εἶδε, ἐπέρασε ἀπὸ τὸ ἀπέναντι μέρος.
Ὁμοίως καὶ ἕνας Λευΐτης, ὅταν ἔφθασε εἰς τὸν τόπον καὶ τὸν εἶδε, ἐπέρασε ἀπὸ τὸ ἀπέναντι μέρος.
Ἕνας ὅμως Σαμαρείτης, ἐνῷ ἐβάδιζε, ἔφθασε κοντά του καὶ ὅταν τὸν εἶδε, τὸν σπλαγχνίσθηκε. Τὸν ἐπλησίασε, ἔδεσε τὰ τραύματά του, ἀφοῦ τὰ ἄλειψε μὲ λάδι καὶ κρασί, τὸν ἀνέβασε εἰς τὸ δικό του ζῶον καὶ τὸν ἔφερε εἰς ἕνα ξενοδοχεῖο καὶ τὸν περιποιήθηκε. Ὅταν ἔφυγε, τὴν ἑπομένην ἡμέραν, ἔβγαλε δύο δηνάρια καὶ τὰ ἔδωκε εἰς τὸν ξενοδόχον καὶ τοῦ εἶπε, «Περιποιήσου τον καὶ ὅ,τι δήποτε δαπανήσῃς ἐπὶ πλέον, ἐγὼ θὰ σοῦ τὸ ἀποδώσω ὅταν ἐπιστρέψω».
Ἀπὸ τοὺς τρεῖς αὐτοὺς ποιὸς σοῦ φαίνεται ὅτι ἔγινε πλησίον εἰς ἐκεῖνον ποὺ ἔπεσε εἰς τοὺς ληστάς;».
Ἐκεῖνος δὲ εἶπε, «Αὐτὸς ποὺ τοῦ ἔδειξε τὴν εὐσπλαγχνίαν». Καὶ ὁ Ἰησοῦς τοῦ εἶπε, «Πήγαινε καὶ κάνε καὶ σὺ τὸ ἴδιο».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου