21 Μαΐου 2022

Κυριακή 22 Μαΐου – Της Σαμαρείτιδος



 

ΑΠΟΣΤΟΛΟΣ (Πράξ. ια΄, 19-30)

Εν ταῖς ἡμέραις ἐκείναις, διασπαρέντες οἱ ἀπόστολοι ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ Κυρίου μετ' αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· ὃς

παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ' ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

Μετάφραση

Εκεῖνες τίς μέρες, οἱ ἀπόστολοι πού εἶχαν διασκορπιστεῖ ἀπό τά Ἱεροσόλυμα, μετά τό διωγμό πού ἀκολούθησε τό λιθοβολισμό τοῦ Στεφάνου, ἔφτασαν ὡς τή Φοινίκη, τήν Κύπρο καί τήν Ἀντιόχεια. Σέ κανέναν δέν κήρυτταν γιά τό Χριστό παρά μόνο στούς Ἰουδαίους. Ἀνάμεσά τους ἦταν καί μερικοί Κύπριοι καί Κυρηναῖοι, πού εἶχαν ἔρθει στήν Ἀντιόχεια καί κήρυτταν στούς ἑλληνόφωνους Ἰουδαίους τό χαρμόσυνο μήνυμα, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Κύριος. Ἡ δύναμη τοῦ Κυρίου ἦταν μαζί τους, καί πολλοί ἦταν ἐκεῖνοι πού πίστεψαν καί δέχτηκαν τόν Ἰησοῦ γιά Κύριό τους. Οἱ εἰδήσεις γι΄ αὐτά ἔφτασαν καί στήν ἐκκλησία τῶν Ἱεροσολύμων· ἔτσι ἔστειλαν τό Βαρνάβα νά πάει στήν Ἀντιόχεια. Αὐτός, ὅταν ἔφτασε ἐκεῖ καί εἶδε τό ἔργο τῆς χάριτος τοῦ Θεοῦ, χάρηκε καί τούς συμβούλευε ὅλους νά μένουν ἀφοσιωμένοι στόν Κύριο μέ ὅλη τους τήν καρδιά. Γιατί ὁ Βαρνάβας ἦταν ἄνθρωπος ἀγαθός καί γεμάτος Ἅγιο Πνεῦμα καί πίστη. Ἔτσι, πολύς κόσμος προστέθηκε στούς πιστούς τοῦ Κυρίου. Ὕστερα ὁ Βαρνάβας πῆγε στήν Ταρσό γιά νά ἀναζητήσει τό Σαῦλο. Κι ὃταν τόν βρῆκε, τόν ἔφερε στήν Ἀντιόχεια. Ἐκεῖ συμμετεῖχαν στίς συνάξεις τῆς ἐκκλησίας γιά ἕναν ὁλόκληρο χρόνο καί δίδαξαν πολύν κόσμο. Ἐπίσης στήν Ἀντιόχεια γιά πρώτη φορά ὀνομάστηκαν οἱ μαθητές τοῦ Ἰησοῦ «Χριστιανοί». Ἐκεῖνες τίς μέρες κατέβηκαν ἀπό τά Ἱεροσόλυμα προφῆτες στήν Ἀντιόχεια. Ἕνας ἀπ΄ αὐτούς, πού τόν ἔλεγαν Ἄγαβο, προανάγγειλε μέ τό φωτισμό τοῦ Ἁγίου Πνεύματος ὅτι θά πέσει σ΄ ὅλη τήν οἰκουμένη μεγάλη πείνα, πράγμα πού ἔγινε ὅταν αὐτοκράτορας ἦταν ὁ Κλαύδιος. Οἱ χριστιανοί στήν Ἀντιόχεια ἀποφάσισαν νά στείλουν βοήθεια στούς ἀδελφούς πού κατοικοῦσαν στήν Ἰουδαία, ὅ,τι μποροῦσε ὁ καθένας. Αὐτό κι ἔκαναν· ἔστειλαν τή βοήθειά τους μέ τό Βαρνάβα καί τό Σαῦλο στούς πρεσβυτέρους τῶν Ἱεροσολύμων.

ΕΥΑΓΓΕΛΙΟ (Ἰωάν., δ΄5-42)

Τῷ καιρῷ ἐκείνῳ, ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. Ἒρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.  Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· Πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν·  ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἤ τί λαλεῖς μετ' αὐτῆς;  Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;  Ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· Ραββί, φάγε. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἒλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν ἤδη. Καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινὸς, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,  τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.

Μετάφραση

Εκεῖνο τόν καιρό, ἒφτασε ὁ Ἰησοῦς μέ μία πόλη τῆς Σαμάρειας πού λεγόταν Συχάρ, κοντά στό χωράφι πού εἶχε δώσει ὁ Ἰακώβ στό γιό του τόν Ἰωσήφ. Ἐκεῖ βρισκόταν τό πηγάδι τοῦ Ἰακώβ. Ὁ Ἰησοῦς, κουρασμένος ἀπό τήν πεζοπορία, κάθισε κοντά στό πηγάδι· ἦταν γύρω στό μεσημέρι. Ἔρχεται τότε μία γυναίκα ἀπό τή Σαμάρεια νά βγάλει νερό. Ὁ Ἰησοῦς τῆς λέει: «Δώσ΄ μου νά πιῶ». Οἱ μαθητές του εἶχαν πάει στήν πόλη ν΄ ἀγοράσουν τρόφιμα. Ἐκείνη τοῦ ἀπάντησε: «Ἐσύ εἶσαι Ἰουδαῖος κι ἐγώ Σαμαρείτισσα. Πῶς μπορεῖς νά μοῦ ζητᾶς νά σοῦ δώσω νερό νά πιεῖς;» - ἐπειδή οἱ Ἰουδαῖοι ἀποφεύγουν κάθε ἐπικοινωνία μέ τούς Σαμαρεῖτες. Ὁ Ἰησοῦς τῆς ἀπάντησε: «Ἄν ἤξερες τή δωρεά τοῦ Θεοῦ καί ποιός εἴν΄ αὐτός πού σοῦ λέει «δώσ΄ μου νά πιῶ», τότε ἐσύ θά τοῦ ζητοῦσες κι ἐκεῖνος θά σοῦ ἔδινε ζωντανό νερό». Τοῦ λέει ἡ γυναίκα: «Κύριε, ἐσύ δέν ἔχεις οὔτε κάν κουβά, καί τό πηγάδι εἶναι βαθύ· ἀπό ποῦ, λοιπόν, τό ΄χεις τό τρεχούμενο νερό; Αὐτό τό πηγάδι μᾶς τό χάρισε ὁ προπάτοράς μας ὁ Ἰακώβ· ἤπιε ἀπ΄ αὐτό ὁ ἴδιος καί οἱ γιοί του καί τά ζωντανά του. Μήπως ἐσύ εἶσαι ἀνώτερος ἀπ΄ αὐτόν;» Ὁ Ἰησοῦς τῆς ἀπάντησε: «Ὅποιος πίνει ἀπ΄ αὐτό τό νερό θά διψάσει πάλι· ὅποιος ὅμως πιεῖ ἀπό τό νερό πού θά τοῦ δώσω ἐγώ δέ θά διψάσει ποτέ, ἀλλά τό νερό πού θά τοῦ δώσει θά γίνει μέσα του μιά πηγή πού θ΄ ἀναβλύζει νερό ζωῆς αἰώνιας». Τοῦ λέει ἡ γυναίκα: «Κύριε, δώσ΄ μου αὐτό τό νερό γιά νά μή διψάω, κι οὔτε νά ἔρχομαι ὡς ἐδῶ γιά νά τό παίρνω». Τότε ὁ Ἰησοῦς τῆς εἶπε: «Πήγαινε νά φωνάξεις τόν ἄντρα σου κι ἔλα ἐδῶ». «Δέν ἔχω ἄντρα», ἀπάντησε ἡ γυναίκα. Ὁ Ἰησοῦς τῆς λέει: «Σωστά εἶπες, δέν ἔχω ἄντρα· γιατί πέντε ἄντρες πῆρες κι αὐτός πού μαζί του τώρα ζεῖς δέν εἶναι ἄντρας σου· αὐτό πού εἶπες εἶναι ἀλήθεια». Τοῦ λέει ἡ γυναίκα: «Κύριε, βλέπω ὅτι ἐσύ εἶσαι προφήτης· οἱ προπάτορές μας λάτρεψαν τόν Θεό σ΄ αὐτό τό βουνό· ἐσεῖς ὅμως λέτε ὅτι στά Ἱεροσόλυμα βρίσκεται ὁ τόπος ὅπου πρέπει κανείς νά τόν λατρεύει». «Πίστεψε μέ, γυναίκα», τῆς λέει τότε ὁ Ἰησοῦς, «εἶναι κοντά ὁ καιρός πού δέ θά λατρεύετε τόν Πατέρα οὔτε σ΄ αὐτό τό βουνό οὔτε στά Ἱεροσόλυμα. Ἐσεῖς οἱ Σαμαρεῖτες λατρεύετε αὐτό πού δέν ξέρετε· ἐμεῖς ὅμως λατρεύουμε αὐτό πού ξέρουμε, γιατί ἡ σωτηρία ἔρχεται στόν κόσμο ἀπό τούς Ἰουδαίους. Εἶναι ὅμως κοντά ὁ καιρός, ἦλθε κιόλας, πού οἱ πραγματικοί λατρευτές θά   λατρεύσουν τόν Πατέρα μέ τή δύναμη τοῦ Πνεύματος, πού ἀποκαλύπτει τήν ἀλήθεια γιατί ἔτσι τούς θέλει ὁ Πατέρας αὐτούς πού τόν λατρεύουν. Ὁ Θεός εἶναι πνεῦμα. Κι αὐτοί πού τόν λατρεύουν πρέπει νά τόν λατρεύουν μέ τή δύναμη τοῦ Πνεύματος, πού φανερώνει τήν ἀλήθεια». Τοῦ λέει τότε ἡ γυναίκα: «Ξέρω ὅτι θά ἔρθει ὁ Μεσσίας, δηλαδή ὁ Χριστός· ὅταν ἔρθει ἐκεῖνος, θά μᾶς τά ἐξηγήσει ὅλα». «Ἐγώ εἶμαι», τῆς λέει ὁ Ἰησοῦς, «ἐγώ, πού σοῦ  μιλάω αὐτή τή στιγμή». Ἐκείνη τήν ὥρα ἦρθαν οἱ μαθητές του κι ἀποροῦσαν πού συνομιλοῦσε μέ γυναίκα. Βέβαια, κανείς δέν τοῦ εἶπε «τί συζητᾶς;» ἤ «γιατί μιλᾶς μαζί της;» Τότε ἡ γυναίκα ἄφησε τή στάμνα της, πῆγε στήν πόλη κι ἄρχισε νά λέει στόν κόσμο: «Ἐλᾶτε νά δεῖτε ἕναν ἄνθρωπο πού μοῦ εἶπε ὅλα ὅσα ἔχω κάνει στή ζωή μου· μήπως αὐτός εἶναι ὁ Μεσσίας;» Βγῆκαν, λοιπόν, ἀπό τήν πόλη κι ἔρχονταν σ΄ αὐτόν. Στό μεταξύ οἱ μαθητές τόν παρακολουθοῦσαν καί τοῦ ἔλεγαν: «Διδάσκαλε, φάε κάτι». Αὐτός ὅμως τούς εἶπε: «Ἐγώ ἔχω νά φάω τροφή πού ἐσεῖς δέν τήν ξέρετε». Οἱ μαθητές ἔλεγαν μεταξύ τους: «Μήπως τοῦ ΄φερε κανείς νά φάει;» Ἀλλά ὁ Ἰησοῦς τούς εἶπε: «Δικιά μου τροφή εἶναι νά ἐκτελῶ τό θέλημα ἐκείνου πού μέ ἔστειλε, καί νά φέρω σέ πέρας τό ἔργο του. Ἐσεῖς συνηθίζετε νά λέτε «τέσσερις μῆνες ἀκόμη, κι ἔφτασε ὁ θερισμός». Ἐγώ σᾶς λέω: σηκῶστε τά μάτια σας καί κοιτάξτε τά χωράφια. Ἀσπροκοποῦν ἀπό τά στάχυα τά ὥριμα, ἕτοιμα κιόλας γιά τό θερισμό. Ὁ θεριστής ἀμείβεται γιά τή δουλειά του καί συνάζει καρπό γιά τήν αἰώνια ζωή, ἔτσι ὥστε μαζί νά χαίρονται κι αὐτός πού σπέρνει κι αὐτός πού θερίζει. Γιατί ἐδῶ ἀληθεύει ἡ παροιμία «ἄλλος εἶναι πού σπέρνει κι ἄλλος πού θερίζει». Ἐγώ σᾶς ἔστειλα νά θερίσετε καρπό πού γι΄ αὐτόν ἐσεῖς δέν κοπιάσατε· ἄλλοι μόχθησαν, κι ἐσεῖς μπήκατε ἐκεῖ νά θερίσετε τό δικό τους κόπο». Πολλοί ἀπό τούς Σαμαρεῖτες ἐκείνης τῆς πόλης πίστεψαν σ΄ αὐτόν, ἐξαιτίας τῆς μαρτυρίας τῆς γυναίκας πού ἔλεγε: «Μοῦ εἶπε ὅλα ὅσα ἔχω κάνει». Ὅταν λοιπόν οἱ Σαμαρεῖτες ἦρθαν κοντά του, τόν παρακαλοῦσαν νά μείνει μαζί τους· κι ἔμεινε ἐκεῖ δυό μέρες. Ἔτσι, πίστεψαν πολύ περισσότερο ἀκούγοντας τά λόγια του κι ἔλεγαν στή γυναίκα: «Ἡ πίστη μας δέ στηρίζεται πιά στά δικά σου λόγια· γιατί ἐμεῖς οἱ ἴδιοι τόν ἔχουμε τώρα ἀκούσει καί ξέρουμε πώς πραγματικά αὐτός εἶναι ὁ σωτήρας τοῦ κόσμου, ὁ Χριστός».

το είδαμε ΕΔΩ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου