26 Αυγούστου 2023

Κυριακή 26 Αυγούστου - ΙΒ΄ Ματθαίου(Απόστολος και Ευαγγέλιο)

 

ΑΠΟΣΤΟΛΟΣ (Α΄ Κορ. ιε΄ 1-11)

Αδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους

μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ· χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.

Μετάφραση

Αδελφοί, σᾶς θυμίζω τό χαρμόσυνο μήνυμα πού σᾶς ἔφερα μέ τό κήρυγμά μου. Αὐτό τό μήνυμα τό δεχτήκατε, σ΄ αὐτό παραμείνατε σταθεροί, μ΄ αὐτό καί σώζεστε, ἄν βέβαια μένετε προσκολλημένοι σ΄ αὐτό, μέ τό νόημα πού σᾶς τό κήρυξα· ἐκτός ἐάν μάταια πιστέψατε. Σᾶς παρέδωσα τή διδασκαλία πού εἶχα κι ἐγώ παραλάβει καί πού ἔχει πρωταρχική σημασία: ὅτι δηλαδή ὁ Χριστός πέθανε, σύμφωνα μέ τίς Γραφές, γιά τίς ἁμαρτίες μας· ὅτι ἐνταφιάστηκε καί ὅτι, σύμφωνα μέ τίς Γραφές ἀναστήθηκε τήν τρίτη ἡμέρα καί ὅτι ἐμφανίστηκε στόν Κηφά, ἔπειτα στούς Δώδεκα. Ἔπειτα ἐμφανίστηκε σέ περισσότερους ἀπό πεντακόσιους ἀδερφούς συχρόνως, ἀπό τούς ὁποίους μερικοί πέθαναν, οἱ περισσότεροι ὅμως εἶναι ἀκόμα στή ζωή. Ἔπειτα ἐμφανίστηκε στόν Ἰάκωβο, ἔπειτα σέ ὅλους τούς ἀποστόλους. Τελευταία ἀπό ὅλους, ἐμφανίστηκε καί σ΄ ἐμένα σάν σέ ἔκτρωμα. Γιατί ἐγώ πραγματικά εἶμαι ὁ τελευταῖος ἀνάμεσα σέ ὅλους τους ἀποστόλους· ἐγώ δέν εἶμαι ἄξιος οὔτε νά ὀνομάζομαι ἀπόστολος, γιατί καταδίωξα τήν ἐκκλησία τοῦ Θεοῦ. Μέ τή χάρη ὅμως τοῦ Θεοῦ ἔγινα αὐτό πού ἔγινα· κι αὐτή ἡ χάρη πρός ἐμένα δέν ὑπῆρξε ἄκαρπη: ἐργάστηκα περισσότερο ἀπ΄ ὅλους τούς ἀποστόλους, ὄχι βέβαια ἐγώ, ἀλλά ἡ χάρη τοῦ Θεοῦ πού μέ συνοδεύει. Εἴτε ἐγώ, λοιπόν, εἴτε ἐκεῖνοι, αὐτά κηρύττουμε καί αὐτά πιστέψατε.

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. ιθ΄ 16-26)

Τῷ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τῷ Ἰησοῦ, γονυπετῶν αύτόν, καί λέγων· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; Ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· Ποίας; Ὁ δὲ Ἰησοῦς εἶπε· Τὸ «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα», καί «ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». Λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; Ἒφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

Μετάφραση

Εκεῖνο τόν καιρό, πλησίασε τόν Ἰησοῦ κάποιος νεαρός, γονάτισε μπροστά του καί τοῦ εἶπε: «Ἀγαθέ Διδάσκαλε, τί καλό νά κάνω γιά ν΄ ἀποκτήσω αἰώνια ζωή;» Ὁ Ἰησοῦς τοῦ εἶπε: «Γιατί μέ ὀνομάζεις ἀγαθό; Κανένας δέν εἶναι ἀγαθός, παρά μόνο ἕνας, ὁ Θεός. Ἄν θέλεις πάντως νά μπεῖς στή ζωή, τήρησε τίς ἐντολές». «Ποιές;» τοῦ λέει. Κι ὁ Ἰησοῦς εἶπε: «Τό μή σκοτώσεις, μή μοιχεύσεις, μήν κλέψεις, μήν ψευδομαρτυρήσεις, τίμα τόν πατέρα καί τή μητέρα σου καί ἀγάπα τόν πλησίον σου ὅπως τόν ἑαυτό σου». «Ὅλα αὐτά τά τηρῶ ἀπό πολύ μικρός», τοῦ λέει ὁ νεαρός. «Σέ τί ἀκόμα ὑστερῶ;» Ὁ Ἰησοῦς τοῦ ἀπάντησε: «Ἄν θέλεις νά γίνεις τέλειος, πήγαινε πούλησε τά ὑπάρχοντά σου καί δῶσε τά χρήματα στούς φτωχούς, καί θά ἔχεις θησαυρό κοντά στό Θεό· κι ἔλα νά μέ ἀκολουθήσεις». Μόλις ἄκουσε τήν ἀπάντηση ὁ νεαρός, ἔφυγε λυπημένος, γιατί εἶχε μεγάλη περιουσία. Τότε ὁ Ἰησοῦς εἶπε στούς μαθητές του: «Σᾶς βεβαιώνω πώς δύσκολα θά μπεῖ πλούσιος στή βασιλεία τοῦ Θεοῦ. Καί σᾶς τό ἐπαναλαμβάνω: Εἶναι εὐκολότερο νά περάσει καμήλα ἀπό βελονότρυπα, παρά νά μπεῖ πλούσιος στή βασιλεία τοῦ Θεοῦ». Ὅταν τ΄ ἄκουσαν οἱ μαθητές του, ἔνιωσαν μεγάλη κατάπληξη κι ἔλεγαν: «Τότε ποιός μπορεῖ νά σωθεῖ;» Ὁ Ἰησοῦς τούς κοίταξε καί εἶπε: «Αὐτό εἶναι ἀδύνατο γιά τούς ἀνθρώπους· γιά τό Θεό ὅμως ὅλα εἶναι δυνατά».

το είδαμε ΕΔΩ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου