16 Νοεμβρίου 2024

Ο ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Κυριακή 19 Νοεμβρίου - Θ΄ Λουκά

 

ΑΠΟΣΤΟΛΟΣ (Γαλ. β΄ 16-20)

Αδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ

αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

Μετάφραση

Αδελφοί, ξέρουμε πώς ὁ ἄνθρωπος δέν μπορεῖ νά σωθεῖ μέ τήν τήρηση τῶν διατάξεων τοῦ νόμου. Αὐτό θά γίνει μόνο μέ τήν πίστη στόν Ἰησοῦ Χριστό. Γι΄ αὐτό κι ἐμεῖς πιστέψαμε στόν Ἰησοῦ Χριστό, γιά νά δικαιωθοῦμε μέ τήν πίστη στό Χριστό κι ὄχι μέ τήν τήρηση τοῦ νόμου· γιατί μέ τά ἔργα τοῦ νόμου δέ θά σωθεῖ κανένας ἄνθρωπος. Ἄν ὅμως, ζητώντας νά σωθοῦμε ἀπό τό Χριστό, βρεθήκαμε νά εἴμαστε κι ἐμεῖς ἁμαρτωλοί ὅπως οἱ ἐθνικοί, σημαίνει τάχα πῶς ὁ Χριστός ὁδηγεῖ στήν ἁμαρτία; Ὄχι βέβαια! Γιατί, ἄν ὅ,τι γκρέμισα τό ξαναχτίζω, εἶναι σάν νά ὁμολογῶ πώς ἔκανα λάθος ὅταν τό γκρέμιζα. Κι ἀληθινά, μέ κριτήριο τό νόμο, ἔχω πεθάνει γιά τή θρησκεία τοῦ νόμου, γιά νά βρῶ τή ζωή κοντά στό Θεό. Ἔχω πεθάνει στό σταυρό μαζί μέ τό Χριστό. Καί δέ ζῶ πιά ἐγώ, ἀλλά ζεῖ στό πρόσωπό μου ὁ Χριστός. Κι ἡ τωρινή σωματική μου ζωή εἶναι ζωή βασισμένη στήν πίστη μου στόν Υἱό τοῦ Θεοῦ, πού μέ ἀγάπησε καί πέθανε ἐκούσια γιά χάρη μου.

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ιβ΄ 16-21)

Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· Ἂφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; Οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν. Ταῦτα λέγων ἐφώνει· Ὁ ἒχων ὦτα ἀκούειν, ἀκουέτω.

Μετάφραση

Εἶπεν ὁ Κύριος αὐτή τήν παραβολή: «Κάποιου πλούσιου ἀνθρώπου τά χωράφια ἔδωσαν ἄφθονη σοδειά. Τότε ἐκεῖνος σκεφτόταν καί ἔλεγε: τί νά κάνω; Δέν ἔχω μέρος νά συγκεντρώσω τά γεννήματά μου! Ἀλλά νά τί θά κάνω, εἶπε. Θά γκρεμίσω τίς ἀποθῆκες μου καί θά χτίσω μεγαλύτερες γιά νά συγκεντρώσω ἐκεῖ ὅλη τή σοδειά μου καί τ΄ ἀγαθά μου. Μετά θά πῶ στόν ἑαυτό μου: τώρα ἔχεις πολλά ἀγαθά, πού ἀρκοῦν γιά χρόνια πολλά· ξεκουράσου, τρῶγε, πίνε, διασκέδαζε. Τότε τοῦ εἶπε ὁ Θεός: ἀνόητε. Αὐτή τή νύχτα θά παραδώσεις τή ζωή σου. Αὐτά, λοιπόν, πού ἑτοίμασες σέ ποιόν θά ἀνήκουν; Αὐτά, λοιπόν, παθαίνει ὅποιος μαζεύει πρόσκαι-ρους θησαυρούς καί δέν πλουτίζει τόν ἑαυτό του μέ ὅτι θέλει ὁ Θεός». Ἀφοῦ τά εἶπε ὃλα αὐτά, πρόσθεσε μέ ἒμφαση: «Ὃποιος ἒχει αὐτιά γιά ν’ ἀκούει ἂς τά ἀκούει».

το είδαμε ΕΔΩ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου