17 Φεβρουαρίου 2024

Ο ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Κυριακή 18 Φεβρουαρίου - ΙΖ΄ Ματθαίου - Της Χαναναίας

 

ΑΠΟΣΤΟΛΟΣ (Β΄ Κορ. στ΄ 16 - ζ΄ 1)

Αδελφοί, ὑμεῖς ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος

παντοκράτωρ». Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Μετάφραση

Αδελφοί, ἐσεῖς εἶστε ναός τοῦ ἀληθινοῦ Θεοῦ, ὅπως ὁ ἴδιος εἶπε: Θά κατοικήσω ἀνάμεσά τους καί θά πορεύομαι μαζί τους. Θά εἶμαι Θεός τους, κι αὐτοί θά εἶναι λαός μου. Γι΄ αὐτό λέει ὁ Κύριος: Φύγετε μακριά ἀπ΄ αὐτούς καί ξεχωρίστε. Μήν ἀγγίζετε ἀκάθαρτο πράγμα, κι ἐγώ θά σᾶς δεχτῶ. Θά εἶμαι γιά σᾶς ὁ πατέρας, κι ἐσεῖς θά εἶστε γιοί καί θυγατέρες μου, λέει ἀκόμα ὁ παντοκράτορας Κύριος. Ἀφοῦ λοιπόν, ἀγαπητοί μου, ἔχουμε αὐτές τίς ὑποσχέσεις, ἄς καθαρίσουμε τούς ἑαυτούς μας ἀπό καθετί πού μολύνει τό σῶμα καί τήν ψυχή. Ἄς ζήσουμε μία ἅγια ζωή μέ φόβο Θεοῦ.

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. ιε΄ 21-28)

Tῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν  ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· Ἐλέησόν με, Κύριε, υἱὲ Δαυῒδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε· Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις! Γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

Μετάφραση

Εκεῖνο τόν καιρό, ἒφυγε ὁ Ἰησοῦς γιά τήν περιοχή τῆς Τύρου καί τῆς Σιδώνας. Τότε μιά γυναίκα Χαναναία βγῆκε ἔξω ἀπό τά ὅρια τῆς περιοχῆς ἐκείνης καί τοῦ φώναζε δυνατά: «Ἐλέησε μέ, Κύριε, Υἱέ τοῦ Δαβίδ. Ἡ θυγατέρα μου βασανίζεται ἀπό δαιμόνιο». Αὐτός δέν τῆς ἀπαντοῦσε λέξη. Τόν πλησίασαν τότε οἱ μαθητές του καί τόν παρακαλοῦσαν: «Διῶξε την, γιατί μᾶς ἀκολουθεῖ καί φωνάζει». Ὁ Ἰησοῦς εἶπε: «Ἔχω ἀποσταλεῖ μόνο γιά τούς πλανεμένους Ἰσραηλίτες». Ἐκείνη ὅμως ἦρθε καί τόν προσκύνησε λέγοντας: «Κύριε, βοήθησέ με». Αὐτός τῆς ἀποκρίθηκε: «Δέν εἶναι σωστό νά πάρει κανείς τό ψωμί τῶν παιδιῶν καί νά τό πετάξει στά σκυλιά». «Ναί, Κύριε», εἶπε ἐκείνη, «ἀλλά καί τά σκυλιά τρῶνε ἀπό τά ψίχουλα πού πέφτουν ἀπό τό τραπέζι τῶν κυρίων τους». Τότε ὁ Ἰησοῦς τῆς ἀπάντησε: «Μεγάλη εἶναι ἡ πίστη σου, γυναίκα! Ἄς γίνει ὅπως τό θέλεις». Κι ἀπό κείνη τήν ὥρα γιατρεύτηκε ἡ θυγατέρα της.

το είδαμε ΕΔΩ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου