ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΑΘΕ ΚΥΡΙΑΚΗ 6:30-9:30 ΙΕΡΑ ΑΓΡΥΠΝΙΑ ΚΑΘΕ ΠΑΡΑΣΚΕΥΗ 9:00 - 1:00

ΑΠΟΛΥΤΙΚΙΑ ΑΓΙΩΝ

Παναγία Γοργοϋπήκοος Απολυτίκιο



Ὡς θεόβρυτον κρήνην 
τῶν ἀΰλων χαρίτων Σου, 
τὴν θαυματουργόν Σου 
Εἰκόνα Θεοτόκε πλουτίσαντες, 
ἐκ ταύτης τῶν θαυμάτων τὰς ῥοάς, 
ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ· 
σὺ γὰρ Γοργοϋπήκοος βοηθός, 
πέλεις τῶν ἐκβοώντων Σοι· 
Δόξα τοῖς σοῖς χαρίσμασιν Ἁγνή· 
δόξα τῇ παρθενίᾳ Σου· 
δόξα τῇ πρὸς ἡμᾶς Σοῦ 
ἀνεκφράστῳ προνοίᾳ Ἄχραντε.

Απολυτίκιον Αγίου Γεωργίου του Τροπαιοφόρου



ΑΠΟΛΥΤΙΚΙΟΝ Ήχος δ'

Ως των αιχμαλώτων ελευθερωτής, και των πτωχών υπερασπιστής, ασθενούντων ιατρός, βασιλέων υπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.

Απολυτίκιον «Αγίου Αρσενίου» του Καππαδόκου.



Ήχος γ´. Θείας πίστεως.

«Βιον ένθεον, καλώς ανύσας, σκεύος τίμιον του Παρακλήτου, ανεδείχθεις θεοφόρε Αρσένιε, και των θαυμάτων την χάριν δεξάμενος πάσι παρέχεις ταχείαν βοήθειαν, Πάτερ Όσιε Χριστόν τον Θεόν ικέτευε, δωρήσασθε ημίν το μέγα έλεος».

Απολυτίκιο Αγίου  Κοσμα του Αιτωλού

 Θείας πίστεως.

Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, τὴν Ἐκκλησία, ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος καὶ κατασπείρας τὰ θεία διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.

  Απολυτίκιον Αγίου Παϊσίου του Αγιορείτου



Ἀπολυτίκιον
Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου