"Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου." Βλέπων ὁ λῃστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς επὶ σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθεὶς, ὁ σὺν ἡμῖν σταυρωθεὶς, οὐκ ἂν ὁ ἥλιος τὰς ακτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο. Ἀλλ’ ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Ἐν μέσῳ δύο λῃστῶν, ζυγὸς δικαιοσύνης εὑρέθη ὁ σταυρός σου· τοῦ μὲν καταγομένου εἰς ᾅδην, τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ
